# Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 4.4-7

Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις, 4.4 to 4.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-30/4.4

οὐ γὰρ ἐκεῖνό γε στάδιον αὐτοῖς καὶ θέατρον ἐναγωνίσασθαι περὶ τῆς ἡγεμονίας ὁ θεὸς ἀπέδειξε τὸ Φαρσάλιον πεδίον, οὐδὲ ὑπὸ κήρυκος ἐκαλεῖτο μάχεσθαι κατιὼν ἢ λιπεῖν ἑτέρῳ τὸν στέφανον, ἀλλὰ πολλὰ μὲν πεδία μυρίας δὲ πόλεις καὶ γῆν ἄπλετον ἢ κατὰ θάλατταν εὐπορία παρέσχε βουλομένῳ μιμεῖσθαι Μάξιμον καὶ Μάριον καὶ Λεύκολλον καὶ αὐτὸν Ἀγησίλαον, ὃς οὐκ ἐλάττονας μὲν ἐν Σπάρτῃ θορύβους ὑπέμεινε βουλομένων Θηβαίοις ὑπὲρ τῆς χώρας μάχεσθαι, πολλὰς δʼ ἐν Αἰγύπτῳ διαβολὰς καὶ κατηγορίας καὶ ὑπονοίας τοῦ βασιλέως ἤνεγκεν ἡσυχίαν ἄγειν κελεύων, χρησάμενος δὲ τοῖς ἀρίστοις ὡς ἐβούλετο λογισμοῖς, οὐ μόνον Αἰγυπτίους ἄκοντας ἔσωσεν, οὐδὲ τὴν Σπάρτην ἐν τοσούτῳ σεισμῷ μόνος ὀρθὴν ἀεὶ διεφύλαξεν, ἀλλὰ καὶ τρόπαιον ἔστησε κατὰ Θηβαίων ἐν τῇ πόλει, τὸ νικῆσαι παρασχὼν αὖθις ἐκ τοῦ τότε μὴ προαπολέσθαι βιασαμένους. ὅθεν Ἀγησίλαος μὲν ὑπὸ τῶν βιασθέντων ὕστερον ἐπῃνεῖτο σωθέντων, Πομπήϊος δὲ διʼ ἄλλους ἁμαρτών, αὐτοὺς οἷς ἐπείσθη κατηγόρους εἶχε. καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη· τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων, ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων, ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.

---

Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg046.local001/.
