Ancient Greek · ~1 min
Chapter 5
Plutarch, Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις 5.1
Not analysed yet
εἰς Αἴγυπτον δʼ ὁ μὲν ἐξ ἀνάγκης ἔπλευσε φεύγων, ὁ δὲ οὔτε καλῶς οὔτε ἀναγκαίως ἐπὶ χρήμασιν, ὅπως ἔχῃ τοῖς Ἕλλησι πολεμεῖν ἀφʼ ὧν τοῖς βαρβάροις ἐστρατήγησεν. εἶτα ἃ διὰ Πομπήϊον Αἰγυπτίοις ἐγκαλοῦμεν, ταῦτα Αἰγύπτιοι κατηγοροῦσιν Ἀγησιλάου, ὁ μὲν γὰρ ἠδικήθη πιστεύσας, ὁ δὲ πιστευθεὶς ἐγκατέλιπε καὶ μετέστη πρὸς τοὺς πολεμοῦντας οἷς ἔπλευσε συμμαχήσων.