# Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων 1.1-3

Plutarch, Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων, 1.1 to 1.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-31/1.1

ἡμῖν δὲ καὶ ταύτης πέρας ἐχούσης τῆς διηγήσεως ὑπολείπεται λαβεῖν ἐκ παραλλήλου τῶν βίων τὴν ἀποθεώρησιν, τοὺς μὲν οὖν Γράγχους οὐδʼ οἱ πάνυ τἆλλα κακῶς λέγοντες καὶ μισοῦντες ἐτόλμησαν εἰπεῖν ὡς οὐκ εὐφυέστατοι πρὸς ἀρετὴν ἐγένοντο Ῥωμαίων ἁπάντων, καὶ ροφῆς τε καὶ παιδεύσεως ἐκπρεποῦς ἔτυχον· τἡ δὲ Ἄγιδος καὶ Κλεομένους φύσις ἐρρωμενεστέρα φαίνεται τῆς ἐκείνων γενομένη, παρʼ ὅσον οὔτε παιδείας μεταλαβόντες ὀρθῆς, ἔθεσί τε καὶ διαίταις ἐντραφέντες ὑφʼ ὧν οἱ πρεσβύτεροι πάλαι διεφθόρεισαν, αὑτοὺς ἡγεμόνας εὐτελείας καὶ σωφροσύνης παρέσχον. ἔτι δὲ οἱ μέν, ὅτε λαμπρότατον εἶχεν ἡ Ῥώμη καὶ μέγιστόν ἀξίωμα καὶ καλῶν ἔργων ζῆλον, ὥσπερ διαδοχὴν ἀρετῆς πατρῴας καὶ προγονικῆς ᾐσχύνθησαν ἐγκαταλιπεῖν οἱ δὲ καὶ πατέρων τἀναντία προῃρημένων γεγονότες, καὶ τὴν πατίδα μοχθηρὰ πράττουσαν καὶ νοσοῦσαν παραλαβόντες, οὐδέν τι διὰ ταῦτα τὴν πρὸς τὸ καλὸν ἀπήμβλυναν ὁρμήν.

---

Plutarch, Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg053.local001/.
