Ancient Greek · ~2 min
5.1 to 5.2
Plutarch, Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων 5.1-2
Not analysed yet
τῶν τοίνυν ἐγκλημάτων τῶν κατὰ Τιβερίου μέγιστόν ἐστιν ὅτι τὸν συνάρχοντα τῆς δημαρχίας ἐξέβαλε καὶ δευτέραν αὐτὸς δημαρχίαν μετῄει· Γαΐῳ δὲ τὸν Ἀντυλλίου φόνον οὐ δικαίως οὐδὲ ἀληθῶς προσετρίβοντο διεφθάρη γὰρ ἄκοντος αὑτοῦ καὶ ἀγανακτοῦντος. Κλεομένης δέ, ἵνα τὰς σφαγὰς τῶν ἐφόρων ἐάσωμεν, ἠλευθέρωσε μὲν ἅπαντας τοὺς οἰκέτας, ἐβασίλευσε δὲ τῷ μὲν ἔργῳ μόνος, τῶ δὲ ὀνόματι δεύτερος, Εὐκλείδαν τὸν αοελφὸν ?ἐκ μιᾶς οἰκίας αὑτῷ προσελόμενος, Ἀρχίδαμον δέ, ᾧ προσῆκον ἦν ἀπὸ τῆς ἑτέρας οἰκίας ὄντι συμβασιλεύειν, ἔπεισε μὲν ἐκ Μεσσήνης κατελθεῖν, ἀποθανόντος δὲ τὸν φόνον οὐκ ἐπεξελθών ἐβεβαίωσε τὴν αἰτίαν καθʼ αὑτοῦ τῆς ἀναιρέσεως.