# Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων 5.3

Plutarch, Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-31/5.3

καίτοι Λυκοῦργος, ὃν προσεποιεῖτο μιμεῖσθαι, τὴν μὲν βασιλείαν ἑκὼν ἀπέδωκε τῷ παιδὶ τοῦ ἀδελφοῦ Χαρίλλῳ, φοβούμενος δὲ μή, κἂν ἄλλως ἀποθάνῃ τὸ μειράκιον, αἰτία τις ἐπʼ αὐτὸν ἔλθῃ, πολὺν χρόνον ἔξω πλανηθεὶς οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον τῆς ἀρχῆς, ἀλλὰ Λυκούργῳ μὲν οὐδὲ ἄλλος τις Ἑλλήνων παραβλητὸς οὐδείς· ὅτι δὲ τοῖς Κλεομένους πολιτεύμασι καινοτομίαι καὶ παρανομίαι μείζονες ἔνεισι, δεδήλωται.

---

Plutarch, Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg053.local001/.
