Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου 1.2
Not analysed yet
Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχήν, οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσαν, ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον. καὶ τοσοῦτον ἴσχυσεν, ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος τὴν ἑτέραν ἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δὲ αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς Κασπίας ὤσασθαι θαλάσσης.