Ancient Greek
4.2 to 4.3
Plutarch, Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου 4.2-3
Not analysed yet
ἀσέβημα μέντοι τοσοῦτον δι’ ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας, διὰ τὸ τὴν μῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δὲ ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν ἀστῶν κατεπόρνευσε πολλάς· καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτο ἔνεστι τῇ Δημητρίου φιληδονίᾳ, περιϊδόντος, μᾶλλον δὲ ἀναγκάσαντος, οἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα τὸ καθυβρισθῆναι. συνελόντι δὲ εἰπεῖν, Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δὲ ἄλλους ἠδίκησε.