Ancient Greek · ~2 min
1.5 to 1.6
Plutarch, Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος 1.5-6
Not analysed yet
λέγεται δὲ Κάτωνος Ἠίουρήναν διώκοντος ὐπατεύων ἀπολογείσθαι καὶ πολλὰ διὰ τὸν Κάτωνα κωμωδεὶν τὴν Στωικὴν αἰρεσιν ἐπι ταὶς ἀτοπίαις τῶν παραδόξων λεγομένων δογμάτων γέλωτος δὲ λαμπροὺ κατιόντος ἐκ τῶν περιεστώτων προς τους δικαστάς, ἡσυχῆ διαμειδιάσας ὁ Κάτων προς τοὺς καθήμενους εἰπεὶν ὠς γελοῖον, ὦ ἀνδρες, ἔχομεν ὕπατον. δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος ὁ Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τό τε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνην παρεῖχε, τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τούτο καὶ σύννουν οὐ ῥᾳδίως ἀπέλειπεν ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτός φησιν, ἀπεκάλουν.