Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Σύγκρισις Σερτωρίου καὶ Εὐμένους 1.1
Not analysed yet
ταῦτα ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν. ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων ἡγουμένους διατελεῖν, ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον καὶ τῷ μὲν ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δὲ ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον.