Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Λυκούργου καὶ Νομᾶ σύγκρισις 1.2
Not analysed yet
ὁ μὲν γὰρ οὐκ αἰτῶν ἔλαβεν, ὁ δὲ ἔχων ἀπέδωκε. καὶ τὸν μὲν ἕτεροι κύριον αὑτῶν κατέστησαν ἰδιώτην καὶ ξένον ὄντα, ὁ δὲ αὐτὸς αὑτὸν ἰδιώτην ἐκ βασιλέως ἐποίησε. καλὸν μὲν οὖν τὸ κτήσασθαι δικαιοσύνῃ τὴν βασιλείαν, καλὸν δὲ τὸ προτιμῆσαι τὴν δικαιοσύνην τῆς βασιλείας, ἡ γὰρ ἀρετὴ τὸν μὲν οὕτως ἔνδοξον κατέστησεν ὥστε βασιλείας ἀξιωθῆναι, τὸν δὲ οὕτω μέγαν ἐποίησεν ὥστε βασιλείας καταφρονῆσαι.