Ancient Greek · ~1 min
Chapter 1
Plutarch, Λυκούργου καὶ Νομᾶ σύγκρισις 1.4
Not analysed yet
ὅθεν ὁ μὲν διʼ εὐνοίας καὶ τιμῆς ἅπαντα πείθων ἔπραξεν, ὁ δε κινδυνεύων καὶ βαλλόμενος μόγις ἐπεκράτησεν· ἥμερος μέντοι καὶ φιλάνθρωπος ἡ τοῦ Νομᾶ μοῦσα πρὸς εἰρήνην καὶ δικαιοσύνην μεθαρμοσαμένου καὶ καταπραΰναντος ἐξ ἀκρατῶν καὶ διαπύρων ἠθῶν τοὺς πολίτας. εἰ δὲ καὶ τὸ περὶ τοὺς Εἵλωτας ἀναγκάσει τις ἡμᾶς εἰς τὴν Λυκούργου θέσθαι πολιτείαν,