Ancient Greek · ~3 min
3.6 to 3.7
Plutarch, Λυκούργου καὶ Νομᾶ σύγκρισις 3.6-7
Not analysed yet
λέγεται γοῦν ποτε γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ πέμψαι τὴν σύγκλητον εἰς θεοῦ, πυνθανομένην τίνος ἄρα τῇ πόλει σημεῖον εἴη τὸ γεγενημένον. καὶ τῆς ἄλλης εὐπειθείας καὶ πρᾳότητος αὐτῶν μέγα τεκμήριον ἡ μνήμη τῶν χειρόνων. ὡς γὰρ παρʼ ἡμῖν οἱ ἱστορικοὶ γράφουσι τοὺς πρώτους ἢ φόνον ἐμφύλιον ἐργασαμένους ἢ πολεμήσαντας ἀδελφοῖς ἢ πατρὸς αὐτόχειρας ἢ μητρὸς γενομένους, οὕτω Ῥωμαῖοι μνημονεύουσιν ὅτι πρῶτος μὲν ἀπεπέμψατο γυναῖκα Σπόριος Καρβίλιος, μετὰ τὴν Ῥώμης κτίσιν ἔτεσι τριάκοντα καὶ διακοσίοις οὐδενὸς τοιούτου γεγονότος, πρώτη δὲ γυνὴ Πιναρίου Θαλαία τοὔνομα διηνέχθη πρὸς ἑκυρὰν αὑτῆς Γεγανίαν Ταρκυνίου Σουπέρβου βασιλεύοντος, οὕτω καλῶς καὶ κοσμίως τεταγμένα τὰ τῶν γάμων ἦν ὑπὸ τοῦ νομοθέτου.