# Aetia physica 25

Plutarch, Aetia physica, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-4/25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-4/25
CTS URN: urn:cts:greekLit:tlg0007.tlg125:25

διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον; πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα· διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι· ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν· ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;

---

Plutarch, Αἴτια φυσικά, ed. Grēgorios N. Vernardakēs. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg125.local001/.
