Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Σύγκρισις Λυσάνδρου καὶ Σύλλα 4.1
Not analysed yet
πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας. ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί· προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην.