Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Σύγκρισις Λυσάνδρου καὶ Σύλλα 4.5
Not analysed yet
τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος; ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε.