# Νικίου καὶ Κράσσου σύγκρισις 1.3-4

Plutarch, Νικίου καὶ Κράσσου σύγκρισις, 1.3 to 1.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-41/1.3

ᾧ καὶ Λυκοῦργος ὕστερον ὁ ῥήτωρ ἐπαρρησιάσατο πρὸς τὸν δῆμον, αἰτίαν ἔχων ἐξωνήσασθαί τινα τῶν συκοφαντῶν· ἥδομαι γάρ, εἶπεν, εἰ τοσοῦτον χρόνον πεπολιτευμένος παρʼ ὑμῖν διδοὺς πεφώραμαι πρότερον ἢ λαμβάνων. τὴν δὲ ταῖς δαπάναις πολιτικώτερος μὲν ὁ Νικίας ἀναθήμασι καὶ γυμνασιαρχίαις καὶ διδασκαλίαις χορῶν φιλοτιμούμενος, ὧν δʼ ὁ Κράσσος ἀνάλωσεν ἑστιάσας ἅμα τοσαύτας μυριάδας ἀνθρώπων, εἶτα θρέψας πάλιν, οὐδὲν ἦν μέρος ἃ Νικίας ἐκέκτητο σὺν οἷς ἀνάλωσεν, ὥστε θαυμάζειν, εἴ τινα λέληθε τὸ τὴν κακίαν ἀνωμαλίαν εἶναί τινα τρόπου καὶ ἀνομολογίαν, ὁρῶντα τοὺς αἰσχρῶς συλλέγοντας εἶτʼ ἀχρήστως ἐκχέοντας.

---

Plutarch, Νικίου καὶ Κράσσου σύγκρισις, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg040.local001/.
