Ancient Greek · ~1 min
Chapter 2
Plutarch, Νικίου καὶ Κράσσου σύγκρισις 2.5
Not analysed yet
ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα· καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐδʼ εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.