Ancient Greek · ~3 min
3.1 to 3.2
Plutarch, Πελοπίδου καὶ Μαρκέλλου σύγκρισις 3.1-2
Not analysed yet
τὴν τοίνυν τελευτὴν ἐπαινῶ μὲν οὐδετέρου τῶν ἀνδρῶν, ἀλλʼ ἀνιῶμαι καὶ ἀγανακτῶ τῷ παραλόγῳ τοῦ συμπτώματος· καὶ θαυμάζω μὲν ἐν μάχαις τοσαύταις ὅσαις ἀποκάμοι τις ἂν καταριθμῶν, μηδὲ τρωθέντα τὸν Ἀννίβαν, ἄγαμαι δὲ καὶ τὸν ἐν τῇ Παιδείᾳ Χρυσάνταν, ὃς διηρμένος κοπίδα καὶ παίειν μέλλων πολέμιον, ὡς ὑπεσήμηνεν ἡ σάλπιγξ ἀνακλητικόν, ἀφεὶς τὸν ἄνδρα μάλα πρᾴως καὶ κοσμίως ἀνεχώρησεν. οὐ μὴν ἀλλὰ τὸν Πελοπίδαν ποιεῖ συγγνωστὸν ἅμα τῷ τῆς μάχης καιρῷ παραθερμον ὄντα καὶ πρὸς τὴν ἄμυναν οὐκ ἀγεννῶς ἐκφέρων ὁ θυμός· ἄριστον μὲν γὰρ νικῶντα σῴζεσθαι τὸν στρατηγόν, εἰ δὲ θανεῖν, εἰς ἀρετὴν καταλύσαντα βίον, ὡς Εὐριπίδης φησίν. οὕτω γὰρ οὐ πάθος, ἀλλὰ πρᾶξις γίνεται τοῦ τελευτῶντος ὁ θάνατος.