Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 1.4
Not analysed yet
καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος. ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.