# Περικλέους καὶ Φαβίου σύγκρισις 3.3

Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-43/3.3

Φάβιος δὲ τὸ καθʼ αὐτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρʼ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος. καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους.

---

Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg014.local001/.
