Ancient Greek · ~2 min
3.4 to 3.5
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 3.4-5
Not analysed yet
πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλʼ ὅσον ἓξ τάλαντα· Περικλῆς δʼ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν. ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλʼ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.