Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Σόλωνος καὶ Ποπλικόλα σύγκρισις 2.1
Not analysed yet
οὕτω μὲν ὁ Σόλων κεκόσμηκε τὸν Ποπλικόλαν, τὸν Σόλωνα δʼ αὖ πάλιν ἐκεῖνος ἐν τῇ πολιτείᾳ παραδειγμάτων κάλλιστον ἀνδρὶ κοσμοῦντι δημοκρατίαν θέμενος· τῆς μὲν γὰρ ἀρχῆς τὸν ὄγκον ἀφελών εὐμενῆ πᾶσι καὶ ἄλυπον κατέστησε, νόμοις δὲ πολλοῖς ἐχρήσατο τῶν ἐκείνου, καὶ γὰρ ἀρχόντων καταστάσεως κυρίους ἐποίησε τοὺς πολλούς, καὶ τοῖς φεύγουσι δίκην ἐπικαλεῖσθαι τὸν δῆμον, ὥσπερ ὁ Σόλων τοὺς δικαστάς, ἔδωκε. καὶ βουλὴν μὲν ἑτέραν οὐκ ἐποίησεν, ὥσπερ ὁ Σόλων, τὴν δʼ οὖσαν ηὔξησεν ἀριθμῷ μικροῦ διπλασιάσας.