Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Σόλωνος καὶ Ποπλικόλα σύγκρισις 2.3
Not analysed yet
σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν ἀρχὴν ποιῆσαι δημοτικωτέραν καὶ μηδʼ οἷς ἐξῆν ἔχοντα χρήσασθαι. καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν πρότερος ὁ Σόλων, ὅτι δῆμος ὧδʼ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.