Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Σόλωνος καὶ Ποπλικόλα σύγκρισις 3.2
Not analysed yet
τούτου δὲ μεῖζον, ὅτι πάσῃ χρεῶν ἀποκοπῇ στάσεως ἑπομένης, ἐκείνῃ μόνῃ, καθάπερ φαρμάκῳ παραβόλῳ μέν, ἰσχυρῷ δὲ χρησάμενος εὐκαίρως, καὶ τὴν οὖσαν στάσιν ἔλυσε, τῇ περὶ αὐτὸν ἀρετῇ καὶ δόξῃ τῆς τοῦ πράγματος ἀδοξίας καὶ διαβολῆς περιγενόμενος. τῆς δʼ ὅλης πολιτείας τῇ μὲν ἀρχῇ λαμπρότερος ὁ Σόλων· ἡγήσατο γὰρ καὶ οὐκ ἠκολούθησε, καὶ καθʼ αὑτόν, οὐ μεθʼ ἑτέρων, ἔπραξε τὰ πλεῖστα καὶ μέγιστα τῶν κοινῶν τῷ τέλει δὲ ἅτερος εὐτυχὴς καὶ ζηλωτός.