Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Σόλωνος καὶ Ποπλικόλα σύγκρισις 4.3
Not analysed yet
καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι. δεῖ δὲ πρὸς τοὺς ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν. ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσεται, καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν,