Ancient Greek · ~1 min
Chapter 3
Plutarch, Θησέως καὶ Ῥωμύλου σύγκρισις 3.1
Not analysed yet
εἰ δὲ δεῖ καὶ τὰ δυστυχηθέντα μὴ παντάπασι ποιεῖσθαι δαίμονος, ἀλλʼ ἠθικὰς καὶ παθητικὰς ζητεῖν ἐν αὐτοῖς διαφοράς, θυμοῦ μὲν ἀλογίστου καὶ τάχος ἐχούσης ἄβουλον ὀργῆς μήτε τις ἐκεῖνον ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀπολυέτω μήτε τοῦτον ἐν τοῖς πρὸς τὸν υἱόν ἡ δὲ κινήσασα τὸν θυμὸν ἀρχὴ μᾶλλον παραιτεῖται τὸν ὑπὸ μείζονος αἰτίας ὥσπερ ὑπὸ πληγῆς χαλεπωτέρας ἀνατραπέντα.