# Aetia Romana et Graeca 105

Plutarch, Aetia Romana et Graeca, Section 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-5/105
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-5/105
CTS URN: urn:cts:greekLit:tlg0007.tlg084:105

διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται; πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι δʼ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην; ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ, σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις;

---

Plutarch, Ἀίτια Ῥωμαϊκά, ed. Frank Cole Babbitt. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg084.local001/.
