# Ἀίτια Ῥωμαϊκά 56

Plutarch, Ἀίτια Ῥωμαϊκά, Section 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-5/56

διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται; λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ Καρμένταν οἱ μὲν Εὐάνδρου μητέρα λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δʼ ἔνιοι, Νικοστράτην· ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη κάρμινα καλοῦσιν. οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον ἐστερημένη νοῦ διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.

---

Plutarch, Ἀίτια Ῥωμαϊκά, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg084.local001/.
