# Aetia Romana et Graeca 73

Plutarch, Aetia Romana et Graeca, Section 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-5/73
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-5/73
CTS URN: urn:cts:greekLit:tlg0007.tlg084:73

διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι ; πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας; ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.

---

Plutarch, Ἀίτια Ῥωμαϊκά, ed. Frank Cole Babbitt. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg084.local001/.
