Ancient Greek
Chapter 10
Plutarch, Κράσσος 10.3
Not analysed yet
καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν ἁπάντων θεωμένων. οὕτω δʼ ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον.