Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Κράσσος 11.5
Not analysed yet
οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδʼ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλʼ ἤδη καθʼ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ ὁ Πομπήιος προσιὼν ἀπηγγέλλετο· καὶ δὴ ἀρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις.