Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Κράσσος 17.4
Not analysed yet
ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δʼ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν ὁ Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς.