Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Κράσσος 18.1
Not analysed yet
ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρʼ Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας·