Ancient Greek
Chapter 18
Plutarch, Κράσσος 18.3
Not analysed yet
αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ καινὰ προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα.