Ancient Greek · ~3 min
23.1 to 23.3
Plutarch, Κράσσος 23.1-3
Not analysed yet
λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλʼ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας. ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας. ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δʼ ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶνπλευρῶν ἑκάστης.