Ancient Greek · ~2 min
Chapter 25
Plutarch, Κράσσος 25.11
Not analysed yet
ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετʼ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους διʼ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.