Ancient Greek
Chapter 27
Plutarch, Κράσσος 27.1
Not analysed yet
τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο· ἡ δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους,