# Κράσσος 27.3

Plutarch, Κράσσος, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-51/27.3

οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δʼ ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν· οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.

---

Plutarch, Κράσσος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg039.local001/.
