Ancient Greek · ~1 min
Chapter 28
Plutarch, Κράσσος 28.3
Not analysed yet
οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δʼ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρʼ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι.