Ancient Greek · ~2 min
Chapter 29
Plutarch, Κράσσος 29.6
Not analysed yet
ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαοφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθʼ ὧν ἐπιπόνως εἰς τὴν ὁδὸν καὶ μόλις καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι τοῖς περὶ τὸν Ὀκταούϊον ἐπʼ ἄλλον ἀναφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδʼ ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς τοῦτον, ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκταούϊον ὁ κίνδυνος αὐτοῦ.