Ancient Greek · ~5 min
31.4 to 31.7
Plutarch, Κράσσος 31.4-7
Not analysed yet
ἅμα δʼ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες. Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόν τε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἐκατέρου μέρους ἀφέλκοντες. ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας. Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἷς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν. οἱ δʼ οὔ φασιν, ἀλλʼ ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται· τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δʼ εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον. ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δʼ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν· τοὺς δʼ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δʼ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.