# Κράσσος 32.4-5

Plutarch, Κράσσος, 32.4 to 32.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-51/32.4

τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν. ψεκτὸς μὲν γὰρ ὁ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.

---

Plutarch, Κράσσος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg039.local001/.
