Ancient Greek
33.3 to 33.4
Plutarch, Κράσσος 33.3-4
Not analysed yet
κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων, τὸν μὲν Σιλλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, ὁ δʼ Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετʼ ἐνθουσιασμοῦ καὶ ᾠδῆς· φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακαρίαν θήραν. καὶ ταῦτα μὲν πάντας ἔτερπεν· ᾀδομένων δὲ τῶν ἑφεξῆς ἀμοιβαίων πρὸς τὸν χορόν, Χόρος τίς ἐφόνευσεν; Ἀγαύη ἐμὸν τὸ γέρας· ἀναπηδήσας ὁ Πομαξάθρης ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ἢ; ἐκείνῳ προσῆκον. ἡσθεὶς δʼ ὁ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δʼ Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.