Ancient Greek · ~1 min
Chapter 6
Plutarch, Κράσσος 6.3
Not analysed yet
εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφόδρα πρὸς αὐτόν, δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς, οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως δύναμίν τε συχνὴν ἤθροισε καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν.