Ancient Greek · ~10 min
Chapter 1
Plutarch, Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β 1.10
Not analysed yet
καὶ μὴν εἴ ποτε γένοιτο τῶν Ὁμήρου σύγκρισις ἐπῶν. ἐν ταῖς διατριβαῖς ἢ παρὰ τὰ συμπόσια, ἄλλον ἄλλου στίχον προκρίνοντος, αὐτὸς ὡς διαφέροντα πάντων ἐνέκρινε τοῦτον, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, ὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος, ὥστʼ εἰπεῖν Ὅμηρον ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δʼ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις· καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν, εἰ βούλοιτο, δώσειν, οὐδέν, ἔφη, τῆς ἐκείνου δέομαι· τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν· ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν ἁρμονίαν ἐρωτικοῖς ἔψαλλε μέλεσι. Φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα· τοῦτο δʼ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται· καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλάτωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν, Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν ὑπὸ πλειόνων ἱστόρηται. Διογένει δʼ αὐτῷ περὶ Κόρινθον εἰς λόγους ἐλθὼν οὕτως ἔφριξε καὶ κατεπλάγη τὸν βίον καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥστε πολλάκις αὐτοῦ μνημονεύων λέγειν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην, τουτέστιν ἠσχολούμην ἂν περὶ λόγους, εἰ μὴ διʼ ἔργων ἐφιλοσόφουν. οὐκ εἶπεν, εἰ μὴ βασιλεὺς ἤμην, Διογένης ἂν ἤμην, οὐδʼ, εἰ μὴ πλούσιος καὶ Ἀργεάδης · οὐ γὰρ προέκρινε τὴν τύχην τῆς σοφίας οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος· ἀλλʼ εἶπεν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην, τουτέστιν εἰ μὴ ʼτὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνερευνῶν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι Μακεδονίαν, καὶ τὴν Ἑλλάδος σπεῖραι καὶ καταχέασθαι γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλʼ ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν. νῦν δὲ σύγγνωθι, Δι,όγενες, Ἡρακλέα μιμοῦμαι καὶ Περσέα ζηλῶ, καὶ τὰ Διονύσου μετιὼν ἴχνη, θεοῦ γενάρχου καὶ προπάτορος, βούλομαι πάλιν ἐν Ἰνδίᾳ νικῶντας Ἕλληνας ἐγχορεῦσαι καὶ τοὺς ὑπὲρ Καύκασον ὀρείους καὶ ἀγρίους τῶν βακχικῶν κώμων ἀναμνῆσαι. κἀκεῖ τινες εἶναι λέγονται στερρᾶς καὶ γυμνήτιδος σοφίας ἐθάδες ἄνδρες ἱεροὶ καὶ αὐτόνομοι, θεῷ σχολάζοντες, εὐτελέστεροι Διογένους, οὐδὲν πήρας δεόμενοι· τροφὴν γὰρ οὐκ ἀποτίθενται, πρόσφατον ἀεὶ καὶ νέαν ἀπὸ γῆς ἔχοντες· ποτὸν δὲ ποταμοὶ ῥέουσι· φύλλα δʼ αὐτοῖς δένδρων ἀποχυθέντα καὶ πόα γῆς ἐγκατακλιθῆναι. διʼ ἐμὲ κἀκεῖνοι Διογένη γνώσονται καὶ Διογένης ἐκείνους. δεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ.