# Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β 1.11

Plutarch, Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-52/1.11

εἶεν· αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, ἢ πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην, πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος; οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με μὰ τοὺς θεοὺς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο δὲ φιλανθρωπίας, τοῦτο δʼ ἐγκρατείας· ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἔοικε τῶν ἀρετῶν μεμεῖχθαι· βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν ἐκεῖνον λόγον ὅτι πᾶν ὃ ἂν δρᾷ ὁ σοφὸς κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἔοικεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ δὲ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος. ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον, τὸ δὲ πρᾶον ἀνδρῶδες, τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δʼ ἐρωτικὸν σῶφρον, τὸ δʼ ἀνειμένον οὐκ ἀργόν, τὸ δʼ ἐπίπονον οὐκ ἀπαραμύθητον, τίς ἔμειξε πολέμοις ἑορτάς; τίς δὲ κώμοις στρατείας; τίς δὲ πολιορκίαις καὶ παρατάξεσι βακχείας καὶ γάμους καὶ ὑμεναίους; τίς ἀδικοῦσιν ἐχθρότερος ἢ δυστυχοῦσιν ἡμερώ τερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος; ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον αἰχμάλωτος, πυθομένου πῶς αὐτῷ χρήσεται, βασιλικῶς, εἶπεν, ὦ Ἀλέξανδρε. πάλιν δʼ ἐπερομένου, μή τι ἄλλο; οὐδέν, εἶπε, πάντα γάρ ἐστιν ἐν τῷ βασιλικῶς. κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεί φιλοσόφως ἐν τούτῳ γὰρ πάντʼ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάρτου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλʼ ἔγημε· φιλοσόφως. Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδʼ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τὴν νέμεσιν τύχης βασιλικῆς συγκαλύπτων· φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος Ἡφαιστίωνος, ὡς ἔτυχε, παρακαθημένου καὶ ἁπλῶς συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν· φιλοσόφως. εἰ γάρ ταῦτα οὐκ ἔστι φιλοσόφως, τίνʼ ἐστὶν ἄλλα;

---

Plutarch, Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg087.local001/.
