Ancient Greek · ~2 min
11.1 to 11.2
Plutarch, Ἀγησίλαος 11.1-2
Not analysed yet
αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καί χρήματα συνῆγε πολλά· καί προελθὼν ἄχρι Παφλαγονίας προσηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτὸν διʼ ἀρετὴν καί πίστιν. ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν Ἀγησίλαον ,ἀεὶ συναπεδήμει καί συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς ὄντος ἤρα σφοδρῶς Ἀγησίλαος, καλὴν δὲ καί θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου, ταύτην ἔπεισε γῆμαι τὸν Κότυν ὁ Ἀγησίλαος·