Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Ἀγησίλαος 11.4
Not analysed yet
ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καί τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καί πάντα ἐφορῶν καί διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων. τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο.