Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Ἀγησίλαος 11.7
Not analysed yet
χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας, οὐδέν ἔφη, δεινὸν πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.