Ancient Greek · ~3 min
12.3 to 12.4
Plutarch, Ἀγησίλαος 12.3-4
Not analysed yet
ὁ δὲ Ἀγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπʼ αἰσχύνης κύπτοντας εἰς τὴν γῆν καὶ διαποροῦντας ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον, ἡμεῖς, εἶπεν, ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασιλέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον, εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον. ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.